Τὸ Σινικὸν ἀεροσκαφοφόρον Λιαονὶγγ ἀφίκετο τήμερον τῇ Παρασκευῇ τὸ πρῶτον εἰς ναυτικὴν ἀφορμὴν ἐν τῇ τῆς Μεσημβρινῆς Σίνης Θαλάττῃ κειμένην. κατὰ τοὺς Σινικοὺ δημοσιοφράφους, τὸ ἀεροσκαφοφόρον Λιαονὶγγ τὸν τοῦ Κιγγδάο λιμένα τῇ Τρίτῃ ἀπολιπὸν καὶ διὰ τῆς στενοχωρίας τοῦ Ταιουᾶν διαπλεῦσαν εἰς τὴν ναυτικὴν ἀφορμὴν Σάνιαν ἀφίκετο. οὐ δήπου μόνον πλεῖ, ἀντιτορπιλλικὰ γὰρ δύο τῷ ἀεροσκαφοφόρῳ ἀκολουθεῖ ἀδείας ἕνεκα.
Ἡ Ἰαπωνία καὶ ἡ Σίνη περὶ νήσων τινῶν ἅμιλλαν ἤδη πολὺν χρόνον ἔχουσιν αἳ ἐν μὲν τῇ Σινικῇ γλώττῃ Διαόιου ὀνομάζονται, Σενκάκα δὲ ἐν τῇ Ἰαπωνικῇ γλώττῃ· ἡ μὲν Ἰαπωνία ταύτας τὰς νήσους νῦν κατέχει, ἡ δὲ Σίνη αὐτὰς ἀπαιτεῖ. τῇ δὲ Τρίτῃ δύο Ἀμερικανὰ πολεμικὰ ἀεροσκάφη ὑπὲρ τούτων τῶν νήσων ἔπτετο, τῇ δὲ Πέμπτῃ δύο Ἰαπωνικά· τούτῳ δὲ ἀποκρινομένη ἡ Σίνη χθὲς δύο πολεμικὰ ἀεροσκάφη ἔπεμψεν ἃ ὑπὲρ τῶν νήσων ἔπτετο.
ἡ δὲ Σίνη οὐ μόνον ἁμίλλας ἔχει τῇ Ἰαπωνίᾳ περὶ νήσων, ἁμίλλας γὰρ ἔχει ἄλλας τῷ Βιετνᾶμ καὶ ταῖς Φιλιππίναις περὶ ἄλλων νήσων, τοῦ γὰρ Δευτέρου Παγκοσμίου Πολέμου τελευτήσαντος καὶ πολλῶν ὅρων μεταβληθέντων οὐ ῥᾴδιον ἦν εἰδέναι τίνος χώρας ἔδει εἶναί τινες τῶν νήσων.
http://www.akwn.net/
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου