Τὰ Ἰταλικὰ διδασκαλεῖα καὶ ἡ ἐν Βορείᾳ Κορέᾳ κατάστασις
26 Ἀπριλίου 2020
Ἡ τῆς Ἰταλίας ἀρχὴ ἐν νῷ ἔχει τὰ διδασκαλεῖα (ἃ τῷ μηνὶ Μαρτίου ἐκλείσθη) αὖθις μὲν τῷ μηνὶ Σεπτεμβρίου ἀνοῖξαι, μηδαμῶς δὲ τὸ νῦν· δεήσει οὖν τοὺς παῖδας τὸ ἀκαδημικὸν ἔτος διὰ τοῦ διαδικτύου τελευτᾶν, ὃ καὶ ἐν πολλαῖς ἄλλαις χώραις γιγνόμενον τυγχάνει. ὁ τῆς χώρας πρόεδρος Giuseppe Conte (ὃν ἐν τῇ φωτογραφίᾳ ἰδεῖν δυνάμεθα) εἶπεν ὅτι οὐ βούλοιτο τοὺς παῖδας κινδυνεύειν (ἐν τῇ Ἱταλίᾳ 26.000 ἄνθρωποι ταύτῃ τῇ νόσῳ ἀπέθανον), εἶπε δὲ καὶ ὅτι τῇ μὲν 4ῃ τοῦ Μαίου ἐάσοι μέρος τι τῶν ἐπιχειρήσεων αὖθις τὰ ἐργαστήρια ἀνοῖξαι, τοῖς δὲ πολίταις οὔπω ἐξέσοιτο ἄνω καὶ κάτω τῆς χώρας πορεύεσθαι.περὶ δὲ τοῦ τῆς Βορείας Κορέας ἄρχοντος νέα φήμη διατρέχει, ἡ γὰρ τῶν νέων ἐπιχείρησις Reuters εἶπε τήμερον ὅτι ἡ Σίνα ὁμάδα ἰατρῶν πρὸς τὴν Β.Κ. πέμψειεν ἵνα τὸν Kim Jong-un θεραπεύωσιν, κατὰ δὲ τὴν αὐτὴν φήμην ὁ ἄρχων τῇ 12ῃ τούτου τοῦ μηνὸς καρδιοχειρουργίαν ἔπαθεν. οὐδὲ ἱκανὴ ἀσάφεια καὶ ταραχὴ περὶ τοῦτό ὑπάρχει ὥστε τήμερον ἐξῆν ἐν τῇ τοῦ Χὸγκ-Κὸγκ τηλεοράσει ἀκοῦσαι ὅτι ὁ Kim Jong-un ἀποθάνοι...
Ποῦ ἐστιν ὁ τῆς Βορείας Κορέας ἄρχων;
18 Ἀπριλίου 2020

αὕτη ἡ ἑορτὴ καλεῖται “τοῦ Ἡλίου Ἡμέρα,“ οὐδέποτε δὲ τὸ πρότερον ὁ Kim Jong-un ἀπ' αὐτῆς ἀπῆν· ὅστις ἂν αὐτὸν εὑρίσκῃ, δῶρον δέξεται.
Ὁ Ποῦτιν τὴν παραγωγὴν ἀναβάλλει
18 Ἀπριλίου 2020

ἐν τῇ Ῥωσσίᾳ ὁ Δεύτερος Παγκόσμιος Πόλεμος “ὁ Μέγας Πατριῶτις Πόλεμος“ καλεῖται.
Ἐκτιναττόμενον κάθημα ἐξ ἀβουλίας κεντρισθέν (Mari van de Ven)
14 Ἀπριλίου 2020

Ἡ δὲ πτῆσις δῶρον ἦν τῶν τοῦ ἀνδρὸς συνεργῶν. Οὔποτε πτόμενος ἐν τοιούτῳ ἀεροπλάνῳ μάλα ἤγχετο - ὅμως δ’ οὐκ ἐτόλμησεν οὐ φάναι. Διὰ δὲ σφάλμα τῆς μηχανικῆς ὁ ἡνίοχος οὐκ ἐξεβλήθη, ὥστε τὸ ἀερόπλανον ἀσφαλῶς κατήγετο.
Τὰ πάντα ἤδη πρὸ ἑνὸς ἔτους ἐγένετο· νῦν δὲ τέλος τὰ τῆς ἐξετάσεως γνωστά ἐστιν. Δηλονότι αἱ τῆς σφαλείας ἐπισκοπαὶ κάκισται ἦσαν. Οὐκέτι δῆλαι αἱ ἀκολουθίαι.
φλ´ καταπότια μεταξὺ τοῦ διαμερισθέντος πίνακος (Mari van de Ven)
14 Ἀπριλίου 2020

Οἱ οὖν ἀστυνόμοι πειρῶνται τὸν πέμψαντα εὑρεῖν.


Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου