Παρασκευή 1 Μαΐου 2020

Τὰ νέα ἑλληνιστὶ γεγραμμένα


PictureΤὰ Ἰταλικὰ διδασκαλεῖα καὶ ἡ ἐν Βορείᾳ Κορέᾳ κατάστασις
 26 Ἀπριλίου 2020

PictureἩ τῆς Ἰταλίας ἀρχὴ ἐν νῷ ἔχει τὰ διδασκαλεῖα (ἃ τῷ μηνὶ Μαρτίου ἐκλείσθη) αὖθις μὲν τῷ μηνὶ Σεπτεμβρίου ἀνοῖξαι, μηδαμῶς δὲ τὸ νῦν· δεήσει οὖν τοὺς παῖδας τὸ ἀκαδημικὸν ἔτος διὰ τοῦ διαδικτύου τελευτᾶν, ὃ καὶ ἐν πολλαῖς ἄλλαις χώραις γιγνόμενον τυγχάνει. ὁ τῆς χώρας πρόεδρος Giuseppe Conte (ὃν ἐν τῇ φωτογραφίᾳ ἰδεῖν δυνάμεθα) εἶπεν ὅτι οὐ βούλοιτο τοὺς παῖδας κινδυνεύειν (ἐν τῇ Ἱταλίᾳ 26.000 ἄνθρωποι ταύτῃ τῇ νόσῳ ἀπέθανον), εἶπε δὲ καὶ ὅτι τῇ μὲν 4ῃ τοῦ Μαίου ἐάσοι μέρος τι τῶν ἐπιχειρήσεων αὖθις τὰ ἐργαστήρια ἀνοῖξαι, τοῖς δὲ πολίταις οὔπω ἐξέσοιτο ἄνω καὶ κάτω τῆς χώρας πορεύεσθαι.

περὶ δὲ τοῦ τῆς Βορείας Κορέας ἄρχοντος νέα φήμη διατρέχει, ἡ γὰρ τῶν νέων ἐπιχείρησις Reuters εἶπε τήμερον ὅτι ἡ Σίνα ὁμάδα ἰατρῶν πρὸς τὴν Β.Κ. πέμψειεν ἵνα τὸν Kim Jong-un θεραπεύωσιν, κατὰ δὲ τὴν αὐτὴν φήμην ὁ ἄρχων τῇ 12ῃ τούτου τοῦ μηνὸς καρδιοχειρουργίαν ἔπαθεν. οὐδὲ ἱκανὴ ἀσάφεια καὶ ταραχὴ περὶ τοῦτό ὑπάρχει ὥστε τήμερον ἐξῆν ἐν τῇ τοῦ Χὸγκ-Κὸγκ τηλεοράσει ἀκοῦσαι ὅτι ὁ Kim Jong-un ἀποθάνοι...


Ποῦ ἐστιν ὁ τῆς Βορείας Κορέας ἄρχων;
18 Ἀπριλίου 2020

Picture
Τῇ Τετάρτῃ τῆς προσθίας ἑβδομάδος ἡμέρᾳ οἱ τῆς Βορεαίας Κορέας πολῖται ἑορτὴν ἐποιήσαντο, ἑκόντες δὴ πάντες καὶ οὐδενὸς κελεύοντος, πῶς γὰρ οὔ, ἵνα τὸν πάππον τὸν τοῦ νῦν ἄρχοντος Kim Jong-un μεγάλως τιμήσαιεν, ὃ κατ' ἐνιαυτὸν ποιοῦσιν, ἀλλὰ τούτῳ τῷ ἔτει οὐκ ἐξῆν αὐτοῖς ἥδεσθαι τὸν ἄρχοντα αὐτὸν ὁρῶσιν, ὁ γὰρ Kim Jong-un αὐτὸς ἀπῆν· καίπερ τὴν αἰτίαν οὐδενὸς εἰδότος, λέγεται ὅτι ὁ ἄρχων, 36 ἔτη γεγονώς, μάλιστα νοσεῖ, ἀσθενεῖ, οὐδὲ τὴν γαστέρα νοσεῖ ἢ τὴν καρδίαν ἀλλὰ... τὸ βάρος, τὸ γὰρ πάσσονα τοῦ δέοντος εἶναι νόσος γεγένηται αὐτῷ.

αὕτη ἡ ἑορτὴ καλεῖται “τοῦ Ἡλίου Ἡμέρα,“ οὐδέποτε δὲ τὸ πρότερον ὁ Kim Jong-un ἀπ' αὐτῆς ἀπῆν· ὅστις ἂν αὐτὸν εὑρίσκῃ, δῶρον δέξεται.


Ὁ Ποῦτιν τὴν παραγωγὴν ἀναβάλλει
18 Ἀπριλίου 2020

Picture
Ὁ Ποῦτιν μεγάλην τοῦ στρατεύματος παραγωγὴν κατ' ἐνιαυτὸν εἰς τὴν αὐτὴν ἡμέραν παρασκευάζεται, εἰς τὴν 9ην Μαίου, ἐκείνῃ γὰρ τῇ ἡμέρᾳ, ἐν τῷ Δευτέρῳ Παγκοσμίῳ Πολέμῳ, οἱ Ῥωσσικοὶ στρατιῶται εἰς τὴν τῆς Γερμανίας προτευούσαν Βερολίνον εἰσῆλθον· καὶ δὴ καὶ τούτῳ τῷ ἔτει, ἤδη ἑβδομήκοντα πέντε ἐτῶν ἀπ' ἐκείνης τῆς ἡμέρας ἐξελθόντων, ἐβούλετο ὁ τῆς Ῥωσσίας ἄρχων μείζονα παραγωγὴν παρασκευάζειν καὶ πολλοὺς ἄλλων χωρῶν ἄρχοντας παρακαλεῖν (ὁ τῶν ΗΑΠ πρόεδρος τὴν παράκλησιν κοσμίως ἀπέωσεν), ἀλλά, τῆς νόσου Covid-19 καὶ διὰ τῆς Ῥωσσίας διασκεδαννυμένης, ἠναγκάσθη ὁ Ποῦτιν τὴν ἑορτὴν ἀναβαλεῖν.

ἐν τῇ Ῥωσσίᾳ ὁ Δεύτερος Παγκόσμιος Πόλεμος “ὁ Μέγας Πατριῶτις Πόλεμος“ καλεῖται.


Ἐκτιναττόμενον κάθημα ἐξ ἀβουλίας κεντρισθέν   (Mari van de Ven)
14 Ἀπριλίου 2020

Picture
Φραγκογαλλικός τις, ξδ´ ἔτη γεγονώς, ἐξ ἀβουλίας ἑαυτὸν τῷ ἐκτιναττομένῳ καθήματι ἐξέβαλεν ἐκ τοῦ ἀεροπλάνου, ἐπιβάτης ἐν καταδιωκτικῷ ἀεροπλάνῳ καθήμενος. φ´ χιλόμετρα τῆς ὥρας πετόμενος ἔλιπεν τὴν μηχανήν, τύχῃ μοχλοῦ τινὸς ἅψας πρὸς τῷ καθήματι. Ὁ δ’ ἀνὴρ σφαλὴς ἐπὶ γῆς ἐστι τοῦ ἀλεξιπτώτου χάριν.

Ἡ δὲ πτῆσις δῶρον ἦν τῶν τοῦ ἀνδρὸς συνεργῶν. Οὔποτε πτόμενος ἐν τοιούτῳ ἀεροπλάνῳ μάλα ἤγχετο - ὅμως δ’ οὐκ ἐτόλμησεν οὐ φάναι. Διὰ δὲ σφάλμα τῆς μηχανικῆς ὁ ἡνίοχος οὐκ ἐξεβλήθη, ὥστε τὸ ἀερόπλανον ἀσφαλῶς κατήγετο.

Τὰ πάντα ἤδη πρὸ ἑνὸς ἔτους ἐγένετο· νῦν δὲ τέλος τὰ τῆς ἐξετάσεως γνωστά ἐστιν. Δηλονότι αἱ τῆς σφαλείας ἐπισκοπαὶ κάκισται ἦσαν. Οὐκέτι δῆλαι αἱ ἀκολουθίαι.


φλ´ καταπότια μεταξὺ τοῦ διαμερισθέντος πίνακος   (Mari van de Ven)
14 Ἀπριλίου 2020

Picture
Πρὸ δ´ ἐνιαυτοὺς γυνή τις ἐδέξατο πίνακα διαμερισθέντα ὃν οὔποτε ἤρετο. Τοῦ δὲ πέμψαντος γνώστου ὄντος τὸν πίνακα ἐν θήκῃ τινὶ πέκρυψεν. Τήμερον δὲ τὴν θήκην ἀνασκευάζουσα πάλιν ηὗρε τὸν πίνακα, ὃν ἔδωκε τοῖς ἐκγόνοις. Οὗτοι δὲ ἄσμενοι τὴν πυξίδα νοίξαντες οὐ μόνον τὸν πίνακα εἶδον, ἀλλὰ καὶ ... φλ´ κατόπτια ναρκωτικά.

Οἱ οὖν ἀστυνόμοι πειρῶνται τὸν πέμψαντα εὑρεῖν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου