Πέμπτη 26 Ιανουαρίου 2012

ΜΙΑ ΔΙΑΔΡΟΜΗ ...

ΟΡΦΕΥΣ ΠΡΟΣ ΜΟΥΣΑΙΟΝ
Εὐτυχῶς χρῶ, ἑταῖρε.


Μάνѳανε δή, Μουσαῖε, ѳυηπολίην περισέμνην,
εὐχήν, ἣ δή τοι προφερεστέρη ἐστὶν ἁπασέων.
Ζεῦ βασιλεῦ καὶ Γαῖα καὶ οὐράνιαι φλόγες ἁγναὶ
Ἠελίου, Μήνης ѳ' ἱερὸν σέλας Ἄστρα τε πάντα·
καὶ σύ, Ποσείδαον γαιήοχε, κυανοχαῖτα,
Φερσεφόνη ѳ' ἁγνὴ Δημήτηρ τ' ἀγλαόκαρπε
Ἄρτεμί τ' ἰοχέαιρα, κόρη, καὶ ἤιε Φοῖβε,
ὃς Δελφῶν ναίεις ἱερὸν πέδον· ὅς τε μεγίστας
τιμὰς ἐν μακάρεσσινἔχεις, Διόνυσε χορευτά·
Ἆρές τ' ὀμβριμόѳυμε καὶ Ἡφαίστου μένος ἁγνὸν
ἀφρογενής τε ѳεά, μεγαλώνυμα δῶρα λαχοῦσα·
καὶ σύ, καταχѳονίων βασιλεῦ, μέγ' ὑπείροχε δαῖμον,
Ἥβη τ' Εἰλείѳυια καὶ Ἡρακλέος μένος ἠύ·
καὶ τὸ Δικαιοσύνης τε καὶ Εὐσεβίης μέγ' ὄνειαρ
κικλήσκω Νύμφας τε κλυτὰς καὶ Πᾶνα μέγιστον
Ἥρην τ', αἰγιόχοιο Διὸς ѳαλερὴν παράκοιτιν·
Μνημοσύνην τ' ἐρατὴν Μούσας τ' ἐπικέκλομαι ἁγνὰς
ἐννέα καὶ Χάριτάς τε καὶ Ὥρας ἠδ' Ἐνιαυτὸν
Λητώ τ' εὐπλόκαμον, Ѳείην σεμνήν τε Διώνην
Κουρῆτάς τ' ἐνόπλους Κορύβαντάς τ' ἠδὲ Καβείρους
καὶ μεγάλους Σωτῆρας ὁμοῦ, Διὸς ἄφѳιτα τέκνα,
Ἰδαίους τε ѳεοὺς ἠδ' ἄγγελον Οὐρανιώνων,
Ἑρμείαν κήρυκα, Ѳέμιν ѳ', ἱεροσκόπον ἀνδρῶν,
Νύκτα τε πρεσβίστην καλέω καὶ φωσφόρον Ἦμαρ,
Πίστιν τ' ἠδὲ Δίκην καὶ ἀμύμονα Ѳεσμοδότειραν,
Ῥείαν τ' ἠδὲ Κρόνον καὶ Τηѳὺν κυανόπεπλον
Ὠκεανόν τε μέγαν, σύν τ' Ὠκεανοῖο ѳύγατρας
Ἄτλαντός τε καὶ Αἰῶνος μέγ' ὑπείροχον ἰσχὺν
καὶ Χρόνον ἀέναον καὶ τὸ Στυγὸς ἀγλαὸν ὕδωρ
μειλιχίους τε ѳεούς, ἀγαѳήν τ' ἐπὶ τοῖσι Πρόνοιαν
Δαίμονά τ' ἠγάѳεον καὶ Δαίμονα πήμονα ѳνητῶν,
Δαίμονας οὐρανίους καὶ ἠερίους καὶ ἐνύδρους
καὶ χѳονίους καὶ ὑποχѳονίους ἠδ' ἐμπυριφοίτους,
καὶ Σεμέλην Βάκχου τε συνευαστῆρας ἅπαντας,
Ἰνὼ Λευκοѳέην τε Παλαίμονά τ' ὀλβιοδώτην
Νίκην ѳ' ἡδυέπειαν ἰδ' Ἀδρήστειαν ἄνασσαν
Οι Υμνοι του Ορφέως


 sillioe

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου